Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.329 Joseph. AJ 1.334 (English) >>Joseph. AJ 1.338

1.332 δὴ καὶ φωνῇ χρῆται καὶ λόγοις πρὸς αὐτὸν χαίρειν τε τοῖς γεγενημένοις παραινοῦν καὶ μὴ μικρὸν κρατεῖν ὑπολαμβάνειν, ἀλλὰ θεῖον ἄγγελον νενικηκέναι καὶ σημεῖον ἡγεῖσθαι τοῦτο μεγάλων ἀγαθῶν ἐσομένων καὶ τοῦ μηδέποτε τὸ γένος ἐκλείψειν αὐτοῦ, μηδὲ ὑπέρτερον ἀνθρώπων τινὰ τῆς ἰσχύος ἔσεσθαι τῆς ἐκείνου. 1.333ἐκέλευσέ τε καλεῖν αὐτὸν Ἰσραῆλον, σημαίνει δὲ τοῦτο κατὰ τὴν Ἑβραίων γλῶτταν τὸν ἀντιστάτην ἀγγέλῳ θεοῦ. ταῦτα μέντοι προύλεγεν Ἰακώβου δεηθέντος· αἰσθόμενος γὰρ ἄγγελον εἶναι θεοῦ, τίνα μοῖραν ἕξει σημαίνειν παρεκάλει. καὶ τὸ μὲν φάντασμα ταῦτʼ εἰπὸν ἀφανὲς γίνεται. 1.334ἡσθεὶς δὲ τούτοις Ἰάκωβος Φανουῆλον ὀνομάζει τὸν τόπον, σημαίνει θεοῦ πρόσωπον. καὶ γενομένου διὰ τὴν μάχην ἀλγήματος αὐτῷ περὶ τὸ νεῦρον τὸ πλατὺ αὐτός τε ἀπέχεται τῆς τούτου βρώσεως καὶ διʼ ἐκεῖνον οὐδὲ ἡμῖν ἐστιν ἐδώδιμον. 1.335

Πλησίον δʼ ἤδη τὸν ἀδελφὸν πυνθανόμενος κελεύει προϊέναι τῶν γυναικῶν ἑκατέραν κατʼ αὐτὴν μετὰ τῶν θεραπαινίδων, ἵνα πόρρωθεν ἀφορῷεν τὰ ἔργα τῶν ἀνδρῶν μαχομένων, εἰ τοῦτο θελήσειεν Ἡσαῦς, προσεκύνει δʼ αὐτὸς τὸν ἀδελφὸν ἐγγὺς αὐτῷ γενόμενον οὐδὲν περὶ αὐτοῦ δόλιον φρονοῦντα. 1.336καὶ Ἡσαῦς ἀσπασάμενος αὐτὸν ἀνήρετο τῶν παίδων τὸν ὄχλον καὶ τὰς γυναῖκας, ἠξίου τε τότε μαθὼν περὶ αὐτῶν τὸ πᾶν καὶ αὐτὸς συμβαδίζειν αὐτοῖς πρὸς τὸν πατέρα, Ἰακώβου δὲ προφασιζομένου τὸν κόπον τῶν ὑποζυγίων ὑπεχώρησεν εἰς Σάειραν· ἐνταῦθα γὰρ ἐποιεῖτο τὴν δίαιταν προσαγορεύσας τὸ χωρίον ἀπὸ τῆς αὑτοῦ τριχώσεως δασεῖαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.329 Joseph. AJ 1.334 (English) >>Joseph. AJ 1.338

Powered by PhiloLogic